Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.295 Joseph. AJ 8.300 (English) >>Joseph. AJ 8.304

8.298

Καὶ τὰ μὲν Ἀσάνου τοῦ βασιλέως τῶν δύο φυλῶν ἐν τούτοις ὑπῆρχεν. ἐπάνειμι δʼ ἐπὶ τὸ πλῆθος τῶν Ἰσραηλιτῶν καὶ τὸν βασιλέα αὐτῶν Βασάνην τὸν ἀποκτείναντα τὸν Ἱεροβοάμου υἱὸν Νάβαδον καὶ κατασχόντα τὴν ἀρχήν. 8.299οὗτος γὰρ ἐν Θαρσάλῃ πόλει διατρίβων καὶ ταύτην οἰκητήριον πεποιηκὼς εἴκοσι μὲν ἐβασίλευσεν ἔτη καὶ τέσσαρα, πονηρὸς δὲ καὶ ἀσεβὴς ὑπὲρ Ἱεροβόαμον καὶ τὸν υἱὸν αὐτοῦ γενόμενος πολλὰ καὶ τὸ πλῆθος κακὰ διέθηκε καὶ τὸν θεὸν ἐξύβρισεν· ὃς αὐτῷ πέμψας Ἰηοῦν τὸν προφήτην προεῖπε διαφθερεῖν αὐτοῦ πᾶν τὸ γένος καὶ τοῖς αὐτοῖς οἷς καὶ τὸν Ἱεροβοάμου κακοῖς περιέβαλεν οἶκον ἐξολέσειν, 8.300ὅτι βασιλεὺς ὑπʼ αὐτοῦ γενόμενος οὐκ ἠμείψατο τὴν εὐεργεσίαν τῷ δικαίως προστῆναι τοῦ πλήθους καὶ εὐσεβῶς, ἅπερ αὐτοῖς πρῶτον τοῖς οὖσι τοιούτοις ἀγαθὰ ἔπειτα τῷ θεῷ φίλα, τὸν δὲ κάκιστον Ἱεροβόαμον ἐμιμήσατο καὶ τῆς ψυχῆς ἀπολομένης τῆς ἐκείνου ζῶσαν αὐτοῦ τὴν πονηρίαν ἐνεδείξατο· πεῖραν οὖν ἕξειν εἰκότως τῆς ὁμοίας συμφορᾶς αὐτὸν ἔλεγεν ὅμοιον αὐτῷ γενόμενον. 8.301Βασάνης δὲ προακηκοὼς τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι κακὰ μεθʼ ὅλης τῆς γενεᾶς ἐπὶ τοῖς τετολμημένοις οὐ πρὸς τὸ λοιπὸν ἡσύχασεν, ἵνα μὴ μᾶλλον πονηρὸς δόξας ἀποθάνῃ καὶ περὶ τῶν παρῳχημένων ἔκτοτε γοῦν μετανοήσας συγγνώμης τύχῃ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.295 Joseph. AJ 8.300 (English) >>Joseph. AJ 8.304

Powered by PhiloLogic